8 Αυγ 2013

Πέμπτη -- ημέρα Διός

Ζεῦ πολυτίμητε, Ζεῦ ἄφθιτε, τήνδε τοι ἡμεῖς μαρτυρίαν τιθέμεσθα λυτήριον ἠδὲ πρόσευξιν. ὦ βασιλεῦ, διὰ σὴν κεφαλὴν ἐφάνη τάδε θεῖα, γαῖα θεὰ μήτηρ ὀρέων θ᾽ ὑψηχέες ὄχθοι καὶ πόντος καὶ πάνθ᾽, ὁπόσ᾽ οὐρανὸς ἐντὸς ἔταξε· Ζεῦ Κρόνιε, σκηπτοῦχε, καταιβάτα, ὀμβριμόθυμε, παντογένεθλ᾽, ἀρχὴ πάντων πάντων τε τελευτή, σεισίχθων, αὐξητά, καθάρσιε, παντοτινάκτα, ἀστραπαῖε, βρονταῖε, κεραύνιε, φυτάλιε Ζεῦ· κλῦθί μου, αἰολόμορφε, δίδου δ᾽ ὑγίειαν ἀμεμφῆ εἰρήνην τε θεὰν καὶ πλούτου δόξαν ἄμεμπτον.